καὶ τὸ
μὲν διὰ κατασκόπων πειρᾶσθαι εἰδέναι τὰ τῶν πολεμίων πάλαι εἴρηται ὡς ἀγαθόν ἐστιν·
ἐγὼ δὲ πάντων ἄριστον νομίζω εἶναι τὸ αὐτὸν πειρᾶσθαι, ἢν ᾖ ποθεν ἐξ ἀσφαλοῦς,
θεώμενον τοὺς πολεμίους ἀθρεῖν ἤν τι ἁμαρτάνωσι. καὶ τὸ μὲν κλαπῆναι δυνατὸν πέμπειν
χρὴ τοὺς ἐπιτηδείους κλέψοντας, τὸ δ’ ἁρπασθῆναι ἐγχωροῦν ἐφιέναι τοὺς ἁρπάσοντας.
ἢν δὲ πορευομένων ποι τῶν πολεμίων ἀπαρτᾶταί τι ἀσθενέστερον τῆς αὑτοῦ δυνάμεως
ἢ θαρροῦν ἀποσκεδαννύηται, οὐδὲ τοῦτο χρὴ λανθάνειν· ἀεὶ μέντοι <τῷ> ἰσχυροτέρῳ
τὸ ἀσθενέστερον θηρᾶν. δυνατὸν δὲ προσέχοντι τὸν νοῦν ταῦτα καταμανθάνειν, ἐπεὶ
καὶ τὰ βραχυγνωμονέστερα ἀνθρώπου θηρία, οἵ τε ἴκτινοι δύνανται ὃ ἂν ἀφύλακτον ᾖ
ἀφαρπάσαντες εἰς τὸ ἀσφαλὲς ἀποχωρεῖν πρὶν ληφθῆναι, καὶ οἱ λύκοι δὲ τά τε ἐρημούμενα
φυλακῆς ἀγρεύουσι καὶ τὰ ἐν τοῖς δυσοράτοις κλέπτουσι, κἂν μεταθέων γέ τις ἐπιγίγνηται
κύων, ἢν μὲν ἥττων ᾖ, τούτῳ ἐπιτίθεται, ἢν δὲ κρείττων, ἀποσπάσας ὅ τι ἂν ἔχῃ ἀποχωρεῖ.
Ξενοφῶντος Ἱππαρχικὸς, 4.16-19α
Σχόλια