Πάλιν δὲ ἐρωτώμενος ὁ Σωκράτης ἡ ἀνδρεία πότερον εἴη διδακτὸν ἢ φυσικόν, «οἶμαι μέν», ἔφη, «ὥσπερ σῶμα σώματος ἰσχυρότερον πρὸς τοὺς πόνους φύεται, οὕτω καὶ ψυχὴν ψυχῆς ἐρρωμενεστέραν πρὸς τὰ δεινὰ φύσει γίγνεσθαι· ὁρῶ γὰρ ἐν τοῖς αὐτοῖς νόμοις τε καὶ ἔθεσι τρεφομένους πολὺ διαφέροντας ἀλλήλων τόλμῃ· νομίζω μέντοι πᾶσαν φύσιν μαθήσει καὶ μελέτῃ πρὸς ἀνδρείαν αὔξεσθαι· δῆλον μὲν γὰρ ὅτι Σκύθαι καὶ Θρᾷκες οὐκ ἂν τολμήσειαν ἀσπίδας καὶ δόρατα λαβόντες Λακεδαιμονίοις διαμάχεσθαι· φανερὸν δ' ὅτι Λακεδαιμόνιοι οὔτ' ἂν Θρᾳξὶ πέλταις καὶ ἀκοντίοις οὔτε Σκύθαις τόξοις ἐθέλοιεν ἂν
διαγωνίζεσθαι. Ὁρῶ δ' ἔγωγε καὶ ἐπὶ τῶν ἄλλων πάντων ὁμοίως καὶ φύσει διαφέροντας ἀλλήλων τοὺς ἀνθρώπους καὶ ἐπιμελείᾳ πολὺ ἐπιδιδόντας.
Ξενοφῶντος , Ἀπομνημονεύματα, 3, 9, 1-2
Λεξιλόγιο
φύομαι: γίνομαι, γεννιέμαι
ὁ ἐρρωμένος: ο ισχυρός, ο δυνατός
τὸ ἔθος: η συνήθεια
ἡ πέλτη: είδος όπλου
ΠΑΡΑΤΗΡΗΣΕΙΣ
1. Να μεταφράσετε το παραπάνω
κείμενο στα νέα ελληνικά.
ΜΟΝΑΔΕΣ
20
2.
Να
γράψετε τους τύπους που ζητούνται:










ΜΟΝΑΔΕΣ 10
3.
α.
διδακτὸν: να αναλύσετε το ρηματικό επίθετο.
ΜΟΝΑΔΕΣ
4
β. «ὅτι Λακεδαιμόνιοι οὔτ' ἂν Θρᾳξὶ πέλταις
καὶ ἀκοντίοις οὔτε Σκύθαις τόξοις ἐθέλοιεν ἂν διαγωνίζεσθαι»: να αναγνωρίσετε
πλήρως τη δευτερεύουσα πρόταση (είδος-εισαγωγή-εκφορά-συντακτική λειτουργία).
ΜΟΝΑΔΕΣ 6
Σόνια Σιούτη, φιλόλογος
Σόνια Σιούτη, φιλόλογος
Σχόλια