Να
χαρακτηρίσετε συντακτικά τα απαρέμφατα που υπάρχουν στα παρακάτω παραδείγματα:
·
Ἐγώ,
ὦ βουλή, νομίζω προστάτου ἔργον εἶναι
·
Καὶ
γὰρ οἵδε οἱ ἐφεστηκότες οὔ φασιν ἡμῖν
ἐπιτρέψειν
·
Ἔστι
δὲ ἐν τοῖς καινοῖς νόμοις τῶν μὲν ἐν τοῖς τρισχιλίοις ὄντων μηδένα ἀποθνῄσκειν
·
ἀλλὰ
βούλομαι καὶ τοῦτο ἐπιδεῖξαι
· ὁ
δὲ Θηραμένης ὥσπερ εἰκὸς καὶ θεοὺς ἐπεκαλεῖτο
καὶ ἀνθρώπους καθορᾶν τὰ
γιγνόμενα.
·
καὶ
ἐπεί γε ἀποθνῄσκειν ἀναγκαζόμενος τὸ κώνειον ἔπιε.
· ἐκεῖνο
δὲ κρίνω τοῦ ἀνδρὸς ἀγαστόν, τὸ τοῦ θανάτου παρεστηκότος μήτε
τὸ φρόνιμον μήτε τὸ παιγνιῶδες ἀπολιπεῖν ἐκ τῆς ψυχῆς.
· Πεμφθεὶς
δὲ διέτριβε παρὰ Λυσάνδρῳ τρεῖς μῆνας καὶ πλείω, ἐπιτηρῶν ὁπότε Ἀθηναῖοι
ἔμελλον διὰ τὸ ἐπιλελοιπέναι τὸν σῖτον ἅπαντα ὅ τι τις λέγοι ὁμολογήσειν.
· Λύσανδρος
δὲ τοῖς ἐφόροις ἔπεμψεν ἀγγελοῦντα μετ’ ἄλλων Λακεδαιμονίων Ἀριστοτέλην,
φυγάδα Ἀθηναῖον ὄντα, ὅτι ἀποκρίναιτο Θηραμένει ἐκείνους κυρίους εἶναι εἰρήνης καὶ πολέμου.
· Ἐπεὶ
δ’ ἧκον, ἐκκλησίαν ἐποίησαν, ἐν ᾗ ἀντέλεγον Κορίνθιοι καὶ
Θηβαῖοι μάλιστα, πολλοὶ δὲ καὶ ἄλλοι τῶν Ἑλλήνων, μὴ σπένδεσθαι Ἀθηναίοις, ἀλλ’ ἐξαιρεῖν.
· Λακεδαιμόνιοι
δὲ οὐκ ἔφασαν πόλιν Ἑλληνίδα ἀνδραποδιεῖν μέγα ἀγαθὸν εἰργασμένην ἐν τοῖς μεγίστοις κινδύνοις γενομένοις τῇ
Ἑλλάδι.
· ἐποιοῦντο
εἰρήνην ἐφ’ ᾧ τά τε μακρὰ
τείχη καὶ τὸν Πειραιᾶ καθελόντας καὶ τὰς ναῦς
πλὴν δώδεκα παραδόντας καὶ τοὺς φυγάδας καθέντας τὸν αὐτὸν ἐχθρὸν
καὶ φίλον νομίζοντας Λακεδαιμονίοις ἕπεσθαι.
· προηγόρει δὲ αὐτῶν
Θηραμένης, λέγων ὡς χρὴ πείθεσθαι
Λακεδαιμονίοις καὶ τὰ τείχη περιαιρεῖν.
·
Ἀντειπόντων
δέ τινων αὐτῷ, πολὺ δὲ πλειόνων συνεπαινεσάντων, ἔδοξε δέχεσθαι
τὴν εἰρήνην.
· τὰ
τείχη κατέσκαπτον ὑπ’ αὐλητρίδων πολλῇ προθυμίᾳ,
νομίζοντες ἐκείνην τὴν ἡμέραν τῇ Ἑλλάδι ἄρχειν τῆς ἐλευθερίας.
ΕΠΙΜΕΛΕΙΑ: Σόνια Σιούτη
Σχόλια