Μετάβαση στο κύριο περιεχόμενο

Αναρτήσεις

Προβολή αναρτήσεων από Μαΐου 11, 2014

Πανελλαδικές Εξετάσεις 2014: Προτεινόμενο αδίδακτο κείμενο αρχαίων ελληνικών

τῶν μὲν οὖν εἰς μύθους ἀνενηνεγμένων ἔργων πολλὰ παραλιπὼν τούτων ἐπεμνήσθην , ὧν οὕτως ἕκαστον εὐσχήμονας καὶ πολλοὺς ἔχει λόγους ὥστε καὶ τοὺς ἐν μέτροις καὶ τοὺς τῶν ᾀδομένων ποιητὰς καὶ πολλοὺς τῶν συγγραφέων ὑποθέσεις τἀκείνων ἔργα τῆς αὑτῶν μουσικῆς πεποιῆσθαι · ἃ δὲ τῇ μὲν ἀξίᾳ τῶν ἔργων οὐδέν ἐστι τούτων ἐλάττω , τῷ δ ’ ὑπογυώτερ ’ εἶναι τοῖς χρόνοις οὔπω μεμυθολόγηται , οὐδ ’ εἰς τὴν ἡρωϊκὴν ἐπανῆκται τάξιν , ταῦτ ’ ἤδη λέξω .  ἐκεῖνοι τὸν ἐξ ἁπάσης τῆς Ἀσίας στόλον ἐλθόντα μόνοι δὶς ἠμύναντο καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν , καὶ διὰ τῶν ἰδίων κινδύνων κοινῆς σωτηρίας πᾶσι τοῖς Ἕλλησιν αἴτιοι κατέστησαν . καὶ προείρηται μὲν ὃ μέλλω λέγειν ὑπ ’ ἄλλων πρότερον , δεῖ δὲ μηδὲ νῦν τοῦ δικαίου καὶ καλῶς ἔχοντος ἐπαίνου τοὺς ἄνδρας ἐκείνους στερηθῆναι . Δημοσθένους Ἐπιτάφιος, 60. 9-10 Λεξιλόγιο ὁ εὐσχήμων λόγος: η όμορφη ιστορία ἐν μέτροις: για απαγγελία ὑπογυώτερ’ ...