Κείμενο Ι ΚΡ .Παῦσαι, πρὶν ὀργῆς κἀμὲ μεστῶσαι λέγων, 280 μὴ ᾽φευρεθῇς ἄνους τε καὶ γέρων ἅμα Λέγεις γὰρ οὐκ ἀνεκτά, δαίμονας λέγων πρόνοιαν ἴσχειν τοῦδε τοῦ νεκροῦ πέρι. Πότερον ὑπερτιμῶντες ὡς εὐεργέτην ἔκρυπτον αὐτόν, ὅστις ἀμφικίονας ναοὺς πυρώσων ἦλθε κἀναθήματα καὶ γῆν ἐκείνων καὶ νόμους διασκεδῶν; ἢ τοὺς κακοὺς τιμῶντας εἰσορᾷς θεούς; Οὐκ ἔστιν· ἀλλὰ ταῦτα καὶ πάλαι πόλεως ἄνδρες μόλις φέροντες ἐρρόθουν ἐμοί, κρυφῇ κάρα σείοντες, οὐδ᾽ ὑπὸ ζυγῷ λόφον δικαίως εἶχον, ὡς στέργειν ἐμέ. Ἐκ τῶνδε τούτους ἐξεπίσταμαι καλῶς παρηγμένους μισθοῖσιν εἰργάσθαι τάδε. Κείμενο ΙΙ ΚΡ . Για μένα, όποιος καθοδηγεί μια πόλη 178 και δε φτάνε...
Χρήσιμο Εκπαιδευτικό Υλικό για τα φιλολογικά μαθήματα του Λυκείου. Απευθύνεται σε Συναδέλφους Φιλολόγους αλλά και σε Μαθητές.