Μετάβαση στο κύριο περιεχόμενο

Αναρτήσεις

Προβολή αναρτήσεων από Ιανουαρίου 29, 2018

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ Α΄ ΛΥΚΕΙΟΥ: Λεξιλογικές ασκήσεις

ΕΠΙΜΕΛΕΙΑ ΑΣΚΗΣΕΩΝ: Σ. Σιούτη ΘΟΥΚΥΔΙΔΟΥ ΙΣΤΟΡΙΑΙ, 3. 71-73_ΛΕΞΙΛΟΓΙΚΕΣ ΑΣΚΗΣΕΙΣ Δράσαντες  δὲ τοῦτο καὶ  ξυγκαλέσαντες  Κερκυραίους εἶπον ὅτι  ταῦτα  καὶ βέλτιστα εἴη καὶ  ἥκιστ᾽ ἂν δουλωθεῖεν ὑπ᾽ Ἀθηναίων ,  τό τε λοιπὸν   μηδετέρους  δέχεσθαι  ἀλλ᾽ ἢ  μιᾷ νηὶ   ἡσυχάζοντας , τὸ δὲ πλέον πολέμιον ἡγεῖσθαι. Ὡς δὲ εἶπον, καὶ  ἐπικυρῶσαι  ἠνάγκασαν τὴν  γνώμην . Πέμπουσι δὲ καὶ ἐς τὰς Ἀθήνας εὐθὺς πρέσβεις περί τε τῶν πεπραγμένων  διδάξοντας  ὡς ξυνέφερε καὶ  τοὺς ἐκεῖ καταπεφευγότας  πείσοντας μηδὲν  ἀνεπιτήδειον πράσσειν,  ὅπως μή τις ἐπιστροφὴ γένηται . Ἐλθόντων  δὲ οἱ Ἀθηναῖοι τούς τε πρέσβεις  ὡς νεωτερίζοντας  ξυλλαβόντες, καὶ ὅσους ἔπεισαν,  κατέθεντο  ἐς Αἴγιναν. Ἐν δὲ τούτῳ  τῶν Κερκυραίων  οἱ ἔχοντες τὰ πράγματα  ἐλθούσης τριήρους Κορινθίας καὶ Λακεδαιμονίων πρέσβεων ἐπιτίθενται τῷ δήμῳ, καὶ μαχόμενοι ἐνίκησαν. Ἀφικομένης δὲ ...