Πέμπτη 14 Σεπτεμβρίου 2017

Ασκήσεις συντακτικού αρχαίων ελληνικών -Το Υποκείμενο

      Επιμέλεια: Σόνια Σιούτη

      Να εντοπίσετε τα υποκείμενα των παρακάτω υπογραμμισμένων ρηματικών τύπων:

·  ἔγωγε νομίζω μέτριον ἐμαυτὸν πρὸς ἕκαστα τούτων παρεσχηκώς
·   οἱ εἰωθότες λόγοι λέγεσθαι ἐπὶ τοῖς δημοσίοις ἀγῶσιν οὐκ εἰσὶ ψευδεῖς
·  Οὐκ ἀγνοῶ δέ, ὦ ἄνδρες Ἀθηναῖοι, ἃ μέλλω ἐν πρώτοις λέγειν, ὅτι φανεῖσθε καὶ ἑτέρων πρότερον ἀκηκοότες.
·  προσήκειν δὲ ἔγωγε νομίζω, ὅταν μὲν νομοθετῶμεν, τοῦθ’ ἡμᾶς σκοπεῖν, ὅπως καλῶς ἔχοντας καὶ συμφέροντας νόμους τῇ πολιτείᾳ θησόμεθα.
·  Τοῦ μὲν οὖν ὅλου ἀγῶνος φανήσεται οὔθ’ ἡ πόλις αἰτία οὖσα Τιμάρχῳ οὔθ’ οἱ νόμοι οὔθ’ ὑμεῖς οὔτ’ ἐγώ, ἀλλ’ αὐτὸς οὗτος ἑαυτῷ. 
·  Ἡ μὲν τοίνυν ἐξ ἀρχῆς ἔνστασις τῶν ὅλων πραγμάτων ἐγένετο οὐ δι’ ἐμοῦ, ἀλλὰ διὰ Δημοσθένους καὶ Φιλοκράτους.
·   ὃς διασκοπούντων ἡμῶν ὅ τι χρὴ λέγειν

·   ἡμεῖς δέ, οἷς ἱερὰ καὶ τάφοι προγόνων ὑπάρχουσιν ἐν τῇ πατρίδι, καὶ διατριβαὶ καὶ συνήθειαι μεθ’ ὑμῶν ἐλευθέριοι, καὶ γάμοι κατὰ τοὺς νόμους καὶ κηδεσταὶ καὶ τέκνα, Ἀθήνησι μὲν ἦμεν ἄξιοι τῆς ὑμετέρας πίστεως.