Μετάβαση στο κύριο περιεχόμενο

Αναρτήσεις

Προβολή αναρτήσεων από Δεκεμβρίου 1, 2016

Κριτήριο αξιολόγησης στο αδίδακτο κείμενο

Επιμέλεια θεμάτων: Σόνια Σιούτη ἐγὼ δ’, ὦ ἄνδρες δικασταί, χαλεπῶς ἐφ’ οἷς πέπονθα ἐνηνοχώς, οὐχ ἧττον τοῦτ’ ἀγανακτήσαιμ’ ἂν καὶ ὑβρίσθαι νομίσαιμι, εἰ οἷόν τ’ εἰπεῖν, εἰ ταῦτ’ ἀληθῆ δόξει Κόνων οὑτοσὶ λέγειν περὶ ἡμῶν, καὶ τοσαύτη τις ἄγνοια παρ’ ὑμῖν ἐστιν, ὥσθ’, ὁποῖος ἄν τις ἕκαστος εἶναι φῇ ἢ ὁ πλησίον αὐτὸν αἰτιάσηται, τοιοῦτος νομισθήσεται, τοῦ δὲ καθ’ ἡμέραν βίου καὶ τῶν ἐπιτηδευμάτων μηδ’ ὁτιοῦν ἔσται τοῖς μετρίοις ὄφελος. ἡμεῖς γὰρ οὔτε παροινοῦντες οὔθ’ ὑβρίζοντες ὑπ’ οὐδενὸς ἀνθρώπων ἑωράμεθα, οὐδ’ ἄγνωμον οὐδὲν ἡγούμεθα ποιεῖν, εἰ περὶ ὧν ἠδικήμεθ’ ἀξιοῦμεν κατὰ τοὺς νόμους δίκην λαβεῖν. ἰθυφάλλοις δὲ καὶ αὐτοληκύθοις συγχωροῦμεν εἶναι τοῖς υἱέσι τοῖς τούτου, καὶ ἔγωγ’ εὔχομαι τοῖς θεοῖς εἰς Κόνωνα καὶ τοὺς υἱεῖς τοὺς τούτου καὶ ταῦτα καὶ τὰ τοιαῦθ’ ἅπαντα τρέπεσθαι. οὗτοι γάρ εἰσιν οἱ τελοῦντες ἀλλήλους τῷ ἰθυφάλλῳ, καὶ τοιαῦτα ποιοῦντες ἃ πολλὴν αἰσχύνην ἔχει καὶ λέγειν, μή τί γε δὴ ποιεῖν ἀνθρώπους μετρίους. ἀλλὰ τί ταῦτ’ ἐμοί; θαυμάζω γὰρ ἔγωγε, ...