Μετάβαση στο κύριο περιεχόμενο

Αναρτήσεις

Προβολή αναρτήσεων από Φεβρουαρίου 27, 2014

Αδίδακτο κείμενο Γ' Λυκείου: Προτεινόμενο κριτήριο αξιολόγησης

Εἰ μὲν ἐγνώκατ’, ὦ ἄνδρες Ἀθηναῖοι, τί βέλτιστον ὂν τυγχάνει πρᾶξαι περὶ τῶν παρόντων, ἁμάρτημα τὸ συμβουλεύειν προτιθέναι· ἃ γὰρ αὐτοὶ πρὶν ἀκοῦσαι δοκιμάζετε συμφέρειν, τί δεῖ ταῦτ’ ἀκούοντας μάτην ἐνοχλεῖσθαι; εἰ δὲ σκοπεῖτε καὶ βουλεύεσθ’ ὡς ἐκ τῶν ῥηθησομένων δοκιμάσαι δέον, οὐκ ὀρθῶς ἔχει τὸ κωλύειν τοὺς βουλομένους λέγειν. παρὰ μὲν γὰρ τῶν ὅλως ἀποστερεῖσθ’ ἐκ τοῦ τοῦτο ποιεῖν, εἴ τι χρήσιμον ἐντεθύμηνται· τοὺς δ’ ἀφέντας ἃ τυγχάνουσιν ἐγνωκότες, ὧν ὑμᾶς ἐπιθυμεῖν οἴονται, ταῦτα ποιεῖτε συμβουλεύειν. ἔστιν δ’ ἁμαρτάνειν μὲν βουλομένων τὸ συναναγκάζειν τὸν παριόνθ’ ἃ βούλεσθε λέγειν, βουλευομένων δ’ ἀκούσαντας ἃ γιγνώσκει σκοπεῖν, κἄν τι καλῶς ἔχῃ, χρῆσθαι. λέγω δὲ ταῦτ’ οὐκ ἐναντία τοῖς ὑμῖν ἀρέσκουσιν μέλλων παραινεῖν, ἀλλ’ ἐκεῖν’ εἰδώς, ὅτι ἂν μὲν μὴ ἐθελήσητε τῶν ἀντιλεγόντων ἀκοῦσαι, ἐξηπατῆσθαι φήσουσιν ὑμᾶς, ἂν δ’ ἀκούσαντες μὴ πεισθῆτε, ἐξεληλεγμένοι παραχρῆμ’ ἔσονται τὰ χείρω παραινοῦντες. Δημοσθένους, Προοίμια, 10, 1-2 ΠΑΡΑΤΗΡΗΣΕΙΣ 1.     ...