Κείμενο α’ ΚΡ . Οὐδὲν γὰρ ἀνθρώποισιν οἷον ἄργυρος 295 κακὸν νόμισμ᾽ ἔβλαστε· τοῦτο καὶ πόλεις πορθεῖ, τόδ᾽ ἄνδρας ἐξανίστησιν δόμων, τόδ᾽ ἐκδιδάσκει καὶ παραλλάσσει φρένας χρηστὰς πρὸς αἰσχρὰ πράγμαθ᾽ ἵστασθαι βροτῶν πανουργίας δ᾽ ἔδειξεν ἀνθρώποις ἔχειν καὶ παντὸς ἔργου δυσσέβειαν εἰδέναι. Ὅσοι δὲ μισθαρνοῦντες ἤνυσαν τάδε, χρόνῳ ποτ᾽ ἐξέπραξαν ὡς δοῦναι δίκην. Ἀλλ᾽, εἴπερ ἴσχει Ζεὺς ἔτ᾽ ἐξ ἐμοῦ σέβας, εὖ τοῦτ᾽ ἐπίστασ᾽, ὅρκιος δέ σοι λέγω, εἰ μὴ τὸν αὐτόχειρα τοῦδε τοῦ τάφου εὑρόντες ἐκφανεῖτ᾽ ἐς ὀφθαλμοὺς ἐμούς, οὐχ ὑμὶν Ἅιδης μοῦνος ἀρκέσει, πρὶν ἂν ζῶντες κρεμαστοὶ τήνδε δηλώσηθ᾽ ὕβριν, ἵν᾽ εἰδότες τὸ κέρδος ἔνθεν οἰστέον ...
Χρήσιμο Εκπαιδευτικό Υλικό για τα φιλολογικά μαθήματα του Λυκείου. Απευθύνεται σε Συναδέλφους Φιλολόγους αλλά και σε Μαθητές.