Πέμπτη 2 Μαρτίου 2017

Ασκήσεις στην ανάλυση μετοχής και στη σύμπτυξη δευτερεύουσας πρότασης

Επιμέλεια ασκήσεων: Σόνια Σιούτη

ΑΣΚΗΣΕΙΣ ΕΠΑΝΑΛΗΨΗΣ ΣΤΗΝ ΑΝΑΛΥΣΗ ΜΕΤΟΧΗΣ
1.       Να αναγνωρίσετε τις μετοχές ως προς το είδος τους και στη συνέχεια να αναλύσετε καθεμιά στο αντίστοιχο είδος δευτερεύουσας πρότασης.
Οἱ δὲ Λακεδαιμόνιοι αἰσθόμενοι τό τε πρῶτον δι’ αὐτὰ ταῦτα ἀνεκάλεσαν αὐτόν, καὶ ἐπειδὴ τῇ Ἑρμιονίδι νηὶ τὸ δεύτερον ἐκπλεύσας οὐ κελευσάντων αὐτῶν τοιαῦτα ἐφαίνετο ποιῶν, καὶ ἐκ τοῦ Βυζαντίου βίᾳ ὑπ’ Ἀθηναίων ἐκπολιορκηθεὶς ἐς μὲν τὴν Σπάρτην οὐκ ἐπανεχώρει, ἐς δὲ Κολωνὰς τὰς Τρῳάδας ἱδρυθεὶς πράσσων τε ἐσηγγέλλετο αὐτοῖς ἐς τοὺς βαρβάρους καὶ οὐκ ἐπ’ ἀγαθῷ τὴν μονὴν ποιούμενος.
2.       Να αναλύσετε τις μετοχές σε δευτερεύουσες προτάσεις:
§  εἴ τί που ἐξεδεδιῄτητο τῶν καθεστώτων νομίμων
§  αὑτὸν ηὗρεν ἐγγεγραμμένον κτείνειν.
§  ἀκούσαντες δὲ ἀκριβῶς τότε μὲν ἀπῆλθον οἱ ἔφοροι.

ΑΣΚΗΣΕΙΣ ΕΠΑΝΑΛΗΨΗΣ ΣΤΗ ΣΥΜΠΤΥΞΗ ΔΕΥΤΕΡΕΥΟΥΣΑΣ ΠΡΟΤΑΣΗΣ
Να συμπτύξετε τις δευτερεύουσες προτάσεις στο αντίστοιχο είδος μετοχής:
§  καὶ ἐπὶ τὸν τρίποδά ποτε τὸν ἐν Δελφοῖς, ὃν ἀνέθεσαν οἱ Ἕλληνες ἀπὸ τῶν Μήδων ἀκροθίνιον, ἠξίωσεν ἐπιγράψασθαι αὐτὸς ἰδίᾳ τὸ ἐλεγεῖον τόδε·

§  τοῦ μέντοι Παυσανίου ἀδίκημα καὶ τότ’ ἐδόκει εἶναι, καὶ ἐπεί γε δὴ ἐν τούτῳ καθειστήκει, πολλῷ μᾶλλον παρόμοιον πραχθῆναι ἐφαίνετο τῇ παρούσῃ διανοίᾳ.


§  καὶ παρασημηνάμενος σφραγῖδα, ἵνα, ἢν ψευσθῇ τῆς δόξης ἢ καὶ ἐκεῖνός τι μεταγράψαι αἰτήσῃ, μὴ ἐπιγνῷ, λύει τὰς ἐπιστολάς, ἐν αἷς ὑπονοήσας τι τοιοῦτον προσεπεστάλθαι καὶ αὑτὸν ηὗρεν ἐγγεγραμμένον κτείνειν. 

§  καὶ τἆλλ’ ἀποφαίνοντος καθ’ ἕκαστον, ὡς οὐδὲν πώποτε αὐτὸν ἐν ταῖς πρὸς βασιλέα διακονίαις παραβάλοιτο.


§  καὶ ἐς οἴκημα οὐ μέγα ὃ ἦν τοῦ ἱεροῦ ἐσελθών, ἵνα μὴ ὑπαίθριος ταλαιπωροίη, ἡσύχαζεν.

§  Πρὸν τὸν ἀδελφὸν δὲ οὕτως ἐνειμάμην (τὴν οὐσίαν) ὥστε ὁμολογεῖν ἐκεῖνον τῶν πατρῴων πλέον ἔχειν ἐμοῦ.

Ασκήσεις στον πλάγιο λόγο

Επιμέλεια ασκήσεων: Σόνια Σιούτη

1.     Να μεταφέρετε σε πλάγιο λόγο τις ακόλουθες προτάσεις/περιόδους με εξάρτηση αυτή που σας δίνεται κάθε φορά:
§  καὶ οὕτως ἦσαν, ὦ ἄνδρες, γενναῖοι οἱ τότε βασιλεύοντες ὥστε προῃροῦντο ἀποθνῄσκειν ὑπὲρ τῆς τῶν ἀρχομένων σωτηρίας μᾶλλον ἢ ζῶντες ἑτέραν μεταλλάξαι χώραν. 
Λέγει (απαρεμφατική σύνταξη)


§  Καίτοι, ὦ ἄνδρες, μόνοις ὑμῖν τῶν Ἑλλήνων οὐκ ἔστιν οὐδὲν τούτων περιιδεῖν. 
Εἶπον (με όλους τους δυνατούς τρόπους)


§  Τί ποιοῦσιν οἱ πρόγονοι ἡμῶν, ὦ ἄνδρες δικασταί;
Ὁ ῥήτωρ ἀπορεῖ
Ὁ ῥήτωρ ἐπηρώτα


§  ἆρά γ’ ὁμοίως ἐφίλουν τὴν πατρίδα Λεωκράτει οἱ τότε βασιλεύοντες, οἵ γε προῃροῦντο τοὺς πολεμίους ἐξαπατῶντες ἀποθνῄσκειν ὑπὲρ αὐτῆς καὶ τὴν ἰδίαν ψυχὴν ἀντὶ τῆς κοινῆς
σωτηρίας ἀντικαταλλάττεσθαι; 
Ὁ ῥήτωρ οὐκ οἶδεν

2.     Να μετατρέψετε τον πλάγιο λόγο σε ευθύ:

§  οἱ μὲν Ἀθηναῖοι κήρυκα πέμψαντες ἠξίουν δοῦναι τὸν βασιλέα θάψαι, λέγοντες αὐτοῖς ἅπασαν τὴν ἀλήθειαν·

§  …ἀνελόντος δὲ τοῦ θεοῦ αὐτοῖς ὅτι τὴν πόλιν αἱρήσουσιν ἂν μὴ τὸν βασιλέα τὸν Ἀθηναίων Κόδρον ἀποκτείνωσιν, ἐστράτευον ἐπὶ τὰς Ἀθήνας. 


§  Βούλομαι δὲ μικρὰ τῶν παλαιῶν ὑμῖν διελθεῖν, οἷς παραδείγμασι χρώμενοι καὶ περὶ τούτων καὶ περὶ τῶν ἄλλων βέλτιον βουλεύσεσθε.

§  τὸν θεὸν ἐπηρώτων εἰ λήψονται τὰς Ἀθήνας·


§  φασὶ γοῦν τὸν Κόδρον παραγγείλαντα τοῖς Ἀθηναίοις προσέχειν ὅταν τελευτήσῃ τὸν βίον, λαβόντα πτωχικὴν στολὴν ὅπως ἂν ἀπατήσῃ τοὺς πολεμίους.