ΕΠΙΜΕΛΕΙΑ ΘΕΜΑΤΩΝ: Σόνια Σιούτη απόσπασμα α΄ ΚΡ. Παῦσαι, πρὶν ὀργῆς κἀμὲ μεστῶσαι λέγων, 280 μὴ ᾽φευρεθῇς ἄνους τε καὶ γέρων ἅμα Λέγεις γὰρ οὐκ ἀνεκτά, δαίμονας λέγων πρόνοιαν ἴσχειν τοῦδε τοῦ νεκροῦ πέρι. Πότερον ὑπερτιμῶντες ὡς εὐεργέτην ἔκρυπτον αὐτόν, ὅστις ἀμφικίονας ναοὺς πυρώσων ἦλθε κἀναθήματα καὶ γῆν ἐκείνων καὶ νόμους διασκεδῶν; ἢ τοὺς κακοὺς τιμῶντας εἰσορᾷς θεούς; Οὐκ ἔστιν· ἀλλὰ ταῦτα καὶ πάλαι πόλεως ἄνδρες μόλις φέροντες ἐρρόθουν ἐμοί, κρυφῇ κάρα σείοντες, οὐδ᾽ ὑπὸ ζυγῷ λόφον δικαίως εἶχον, ὡς στέργειν ἐμέ. Ἐκ τῶνδε τούτους ἐξεπίσταμαι καλῶς παρηγμένους μισθοῖσιν εἰργάσθαι τάδε. Οὐδὲν γὰρ ἀνθρώποισιν οἷον ἄργυρος κακὸν νόμισμ᾽ ἔβλαστε· τοῦτο καὶ πόλεις πορθεῖ, τόδ᾽ ἄνδρας ἐξανίστησιν δόμων, τόδ᾽ ἐκδιδάσκει καὶ παραλλάσσει φρένας χρηστὰς πρὸς αἰσχρὰ πράγμαθ᾽ ἵστασθαι βροτῶν πανουργίας δ᾽ ἔδειξεν ἀνθρώποις ἔχειν 3...
Χρήσιμο Εκπαιδευτικό Υλικό για τα φιλολογικά μαθήματα του Λυκείου. Απευθύνεται σε Συναδέλφους Φιλολόγους αλλά και σε Μαθητές.